Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.134 Joseph. AJ 9.139 (English) >>Joseph. AJ 9.143

9.137τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας. 9.138οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου. 9.139ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν. 9.140

Ὀθλία δʼ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τʼ Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δʼ ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.134 Joseph. AJ 9.139 (English) >>Joseph. AJ 9.143

Powered by PhiloLogic